Κυριακή 13 Οκτωβρίου 2019

Κατά Ματθαίον Ευαγγέλιον: Κεφάλαιον Δεύτερο 2,1-2,23 (Αρχαίο-Νεοελληνικά) Βιντεο


 Κατά Ματθαίον Ευαγγέλιον
Κεφάλαιον  Δεύτερον 2,1 - 2,23
Η προσκύνηση των Μάγων, Η φυγή στην Αίγυπτο, Η σφαγή των νηπίων Eπιστροφή από την Αίγυπτο και η εγκατάσταση στη Ναζαρέτ
 
Η προσκύνηση των Μάγων
Ματθ. 2.1 Τοῦ δὲ ᾽Ιησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς ᾽Ιουδαίας ἐν ἡμέραις ῾Ηρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς ῾Ιεροσόλυμα
Ματθ. 2.2 λέγοντες, Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν ᾽Ιουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.
Ματθ. 2.3 ἀκούσας δὲ ὁ βασιλεὺς ῾Ηρῴδης ἐταράχθη καὶ πᾶσα ῾Ιεροσόλυμα μετ᾽ αὐτοῦ,
Ματθ. 2.4 καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ᾽ αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται.
Ματθ. 2.5 οἱ δὲ εἶπαν αὐτῷ, ᾽Εν Βηθλεὲμ τῆς ᾽Ιουδαίας· οὕτως γὰρ γέγραπται διὰ τοῦ προφήτου·
Ματθ. 2.6 Καὶ σύ, Βηθλεὲμ γῆ ᾽Ιούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν ᾽Ιούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν ᾽Ισραήλ.
Ματθ. 2.7 Τότε ῾Ηρῴδης λάθρᾳ καλέσας τοὺς μάγους ἠκρίβωσεν παρ᾽ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος,

Κατά Ματθαίον Ευαγγέλιον: Κεφάλαιον Πρώτον 1,1-1,25 (Αρχαίο-Νεοελληνικά) Βιντεο

 Κατά Ματθαίον Ευαγγέλιον
Κεφάλαιον Πρώτον 1,1-1,25
 
Η γενεαλογία του Ιησού Χριστού (Λκ 3,23-38)
Ματθ. 1.1 Βίβλος γενέσεως ᾽Ιησοῦ Χριστοῦ υἱοῦ Δαυὶδ υἱοῦ ᾽Αβραάμ. Ματθ. 1.2 ᾽Αβραὰμ ἐγέννησεν τὸν ᾽Ισαάκ, ᾽Ισαὰκ δὲ ἐγέννησεν τὸν ᾽Ιακώβ, ᾽Ιακὼβ δὲ ἐγέννησεν τὸν ᾽Ιούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, Ματθ. 1.3 ᾽Ιούδας δὲ ἐγέννησεν τὸν Φάρες καὶ τὸν Ζάρα ἐκ τῆς Θαμάρ, Φάρες δὲ ἐγέννησεν τὸν Ἑσρώμ, Ἑσρὼμ δὲ ἐγέννησεν τὸν ᾽Αράμ, Ματθ. 1.4 ᾽Αρὰμ δὲ ἐγέννησεν τὸν ᾽Αμιναδάβ, ᾽Αμιναδὰβ δὲ ἐγέννησεν τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών, Ματθ. 1.5 Σαλμὼν δὲ ἐγέννησεν τὸν Βοὸζ ἐκ τῆς ῾Ραχάβ, Βοὸζ δὲ ἐγέννησεν τὸν ᾽Ιωβὴδ ἐκ τῆς ῾Ρούθ, ᾽Ιωβὴδ δὲ ἐγέννησεν τὸν ᾽Ιεσσαί, Ματθ. 1.6 ᾽Ιεσσαὶ δὲ ἐγέννησεν τὸν Δαυὶδ τὸν βασιλέα. Δαυὶδ δὲ ἐγέννησεν τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου, Ματθ. 1.7 Σολομὼν δὲ ἐγέννησεν τὸν ῾Ροβοάμ, ῾Ροβοὰμ δὲ ἐγέννησεν τὸν ᾽Αβιά, ᾽Αβιὰ δὲ ἐγέννησεν τὸν ᾽Ασάφ, Ματθ. 1.8 ᾽Ασὰφ δὲ ἐγέννησεν τὸν ᾽Ιωσαφάτ, ᾽Ιωσαφὰτ δὲ ἐγέννησεν τὸν ᾽Ιωράμ, ᾽Ιωρὰμ δὲ ἐγέννησεν τὸν ᾽Οζίαν,